Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.86.1 | Hdt. 9.88.1 (English) | >>Hdt. 9.89.4 |
9.87.1
καὶ οὐ γὰρ ἐπαύοντο σινόμενοι , εἰκοστῇ ἡμέρῃ ἔλεξε τοῖσι Θηβαίοισι Τιμηγενίδης τάδε · “ἄνδρες Θηβαῖοι , ἐπειδὴ οὕτω δέδοκται τοῖσι Ἕλλησι , μὴ πρότερον ἀπαναστῆναι πολιορκέοντας ἢ ἐξέλωσι Θήβας ἢ ἡμέας αὐτοῖσι παραδῶτε , νῦν ὦν ἡμέων εἵνεκα γῆ ἡ Βοιωτίη πλέω μὴ ἀναπλήσῃ ,
9.87.2 ἀλλʼ εἰ μὲν χρημάτων χρηίζοντες πρόσχημα ἡμέας ἐξαιτέονται , χρήματά σφι δῶμεν ἐκ τοῦ κοινοῦ (σὺν γὰρ τῷ κοινῷ καὶ ἐμηδίσαμεν οὐδὲ μοῦνοι ἡμεῖς ), εἰ δὲ ἡμέων ἀληθέως δεόμενοι πολιορκέουσι , ἡμεῖς ἡμέας αὐτοὺς ἐς ἀντιλογίην παρέξομεν .” κάρτα τε ἔδοξε εὖ λέγειν καὶ ἐς καιρόν , αὐτίκα τε ἐπεκηρυκεύοντο πρὸς Παυσανίην οἱ Θηβαῖοι θέλοντες ἐκδιδόναι τοὺς ἄνδρας .
ch. 88
9.88.1
ch. 89
9.89.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.86.1 | Hdt. 9.88.1 (English) | >>Hdt. 9.89.4 |